Ἄχραντε καί Ἀειπάρθενε Θεομήτωρ,
Ἡ ἐν τοῖς ἱεροῖς Σου σπλάχνοις τόν Θεόν Λόγον ὡς ἄνθρωπον σωματώσασα, διό καί ὑψηλοτέρα πάσης ὁρατῆς καί ἀοράτου κτίσεως ἐγένου καί ἐγγυτέρα τοῦ Δεσπότου Θεοῦ, δέξαι τάς ταπεινάς καί ἐμπόνους ἱκεσίας μας κατά τήν ὥραν ταύτην, κατά τήν ὁποίαν αἱ φλόγες τῶν πυρκαϊῶν ἀνεξέλεγκτα κατακαίουν δάση, οἰκίας καί ζῶα, μολύνουν τόν ἀέρα καί νεκρώνουν τήν ὑλικήν δημιουργίαν εἰς τήν Πατρίδα μας.
Κύριε καί Θεέ τοῦ ἐλέους, ὁ πάσης ἀγαθότητος χορηγός, ὁ τῷ Σῷ κράτει συνέχων πᾶσαν τήν κτίσιν, ὅτι πάντα Σοί ὑποτέτακται, ἔπιδε ἐφ̉ ἡμᾶς τούς ἀθλίους δούλους Σου, ὅτι δεινῶς ὑπό σφοδρῶν πυρκαϊῶν κατατρυχόμεθα. Ὑπό τοῦ λαύρου πυρός, συνεργούντων σφοδρῶν ἀνέμων, δάση κατακαίονται, οἰκίαι ἐμπίπρανται, ἄνθρωποι κινδυνεύουν ἕως θανάτου, ζῶά τε καί πτηνά ἀφανίζονται καί ἡ ὑπό Σοῦ δημιουργηθεῖσα φύσις πυρίκαυστος, ἀθλία καί μεμαυρισμένη ἐγένετο. Πᾶσα δέ ἡμετέρα προσπάθεια πρός κατάσβεσίν των εἰς τό κενόν καταπίπτει.
Εὔσπλαγχνε καί πολυέλεε, παντοδύναμε καί παντοκράτορ, ὁ πολύς ἐν οἰκτιρμοῖς καί ἀνείκαστος ἐν ἀγαθότητι, ὁ ἀπέραντον ἔχων πέλαγος ἀγάπης καί ἀγαθωσύνης πρός τά Σά πλάσματα, δέξαι τήν ταπεινήν ταύτην ἱκεσίαν καί μή ἀποστρέψῃς τό πρόσωπόν Σου ἀφ̉ ἡμῶν. Οἴδαμεν, Κύριε, ὅτι ἕνεκα τῶν ἁμαρτιῶν ἡμῶν γεγυμνώμεθα τῆς Σῆς Χάριτος καί εὔκαιροι ἐγενήθημεν εἰς πᾶσαν ἔφοδον σατανικήν καθ̉ ἡμῶν. Ὅμως οὐκ εἰς ἀπόγνωσιν ἐρχόμεθα, ἀλλ̉ ἐπ̉ ἐλπίδι καί μετανοίᾳ ἐπί τούς πόδας τούς Σούς ἐπιρρίπτομεν ἑαυτούς καί τό Σόν ἐπικαλούμεθα ἔλεος.
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς τοῦ ἐλέους, ὁ πάσης ἀγαθότητος χορηγός, ὁ τῶν θαυμασίων Θεός, ὁ τῶν οἰκτιρμῶν Πατήρ, ὁ τῆς συμπαθείας λιμήν, ἡ τῆς φιλανθρωπίας ἀκένωτος πηγή, ὁ ἰατρός καί θεραπευτής τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, ὁ λόγῳ μόνῳ θεραπεύσας χωλούς, τυφλούς, κωφούς, παραλύτους, λεπρούς καί ἐκ παντοίων ἑτέρων νόσων κατατρυχομένους, Οὗ ἐν τῇ χειρὶ ἡ πνοὴ πάντων τῶν ζώντων, Σοῦ δεόμεθα, θαρροῦντες εἰς τήν ἀνεξιχνίαστον καί φιλάνθρωπον ἀγαθότητά Σου καί προβαλλόμενοι ὡς μεσίτας τήν Πανάχραντον Ἀειπάρθενον Θεοτόκον καί Πάντας τούς Ἁγίους, εἰς οὕς ἐδωρήσω χάριν ἰαματικήν, ταπεινῶς Σέ παρακαλοῦμεν, ἔπιδε εὐμενεῖ καὶ ἱλέῳ ὄμματι ἐφ̉ ἡμᾶς, τούς ὑπό προσφάτως ἐνσκηψάσης νόσου λοιμικῆς κατατρυχομένους καὶ κατάπεμψον ἡμῖν τὰ ἐλέη Σου τά πλούσια.