Τι καινούργιο προστέθηκε στην ιστοσελίδα... | Χάρτης Ιστότοπου
Εκτύπωση Σελίδας Μείωση Γραμματοσειράς Αύξηση Γραμματοσειράς

ΕΚΔΟΣΙΣ ΑΚΡΙΒΗΣ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ

 

τοῦ Ἀγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ

 

Σελίδες

[ 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 ]

 

Κείμενο -

Μετάφραση (Αρχιμ. Δωρόθεος Πάπαρης)

 
 
 

ΠΗΓΗ: Ιερά Μητρόπολη Γουμενίσσης, Αξιουπόλεως και Πολυκάστρου

 

 

ΚΕΦΑΛΑΙΑ

1. Ὅτι ἀκατάληπτον τὸ θεῖον καὶ ὅτι οὐ δεῖ ζητεῖν καὶ περιεργάζεσθαι τὰ μὴ παραδεδομένα ἡμῖν ὑπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν.

2. Περὶ ῥητῶν καὶ ἀρρήτων καὶ γνωστῶν καὶ ἀγνώστων.

3. Ἀπόδειξις, ὅτι ἔστι Θεός.

4. Περὶ τοῦ τί ἐστι Θεός; ὅτι ἀκατάληπτον.

5. Ἀπόδειξις, ὅτι εἷς ἐστι θεὸς καὶ οὐ πολλοί.

6. Περὶ Λόγου Θεοῦ.

7. Περὶ τοῦ Ἁγίου Πνεύματος συλλογιστική ἀπόδειξις.

8. Περὶ τῆς Ἁγίας Τριάδος.

9. Περὶ τῶν ἐπὶ Θεοῦ λεγομένων.

10. Περὶ θείας ἑνώσεως καὶ διακρίσεως.

11. Περὶ τῶν σωματικῶς ἐπὶ Θεοῦ λεγομένων.

12. Ἔτι περὶ τῶν αὐτῶν.

13. Περὶ τόπου Θεοῦ καὶ ὅτι μόνον τὸ θεῖον ἀπερίγραπτον.

14. Τὰ ἰδιώματα τῆς θείας φύσεως.

15. Περὶ αἰῶνος.

16. Περὶ δημιουργίας.

17. Περὶ ἀγγέλων.

18. Περὶ Διαβόλου καὶ δαιμόνων.

19. Περὶ κτίσεως ὁρατῆς.

20. Περὶ οὐρανοῦ.

21. Περὶ φωτός, πυρός, φωστήρων ἡλίου τε καὶ σελήνης καὶ ἄστρων.

22. Περὶ ἀέρος καὶ ἀνέμων.

23. Περὶ ὑδάτων.

24. Περὶ γῆς καὶ τῶν ἐξ αὐτῆς.

25. Περὶ παραδείσου.

26. Περὶ ἀνθρώπου.

27. Περὶ ἡδονῶν.

28. Περὶ λύπης.

29. Περὶ φόβου.

30. Περὶ θυμοῦ.

31. Περὶ τοῦ φανταστικοῦ.

32. Περὶ αἰσθήσεως.

33. Περὶ τοῦ διανοητικοῦ.

34. Περὶ τοῦ μνημονευτικοῦ.

35. Περὶ ἐνδιαθέτου λόγου καὶ προφορικοῦ.

36. Περὶ πάθους καὶ ἐνεργείας.

37. Περὶ ἐνεργείας.

38. Περὶ ἑκουσίου καὶ ἀκουσίου.

39. Περὶ τοῦ ἐφ᾿ ἡμῖν, τουτέστι τοῦ αὐτεξουσίου.

40. Περὶ τῶν γινομένων.

41. Διὰ ποίαν αἰτίαν αὐτεξούσιοι γεγόναμεν.

42. Περὶ τῶν οὐκ ἐφ᾿ ἡμῖν.

43. Περὶ προνοίας.

44. Περὶ προγνώσεως καὶ προορισμοῦ.

45. Περὶ τῆς θείας οἰκονομίας καὶ περὶ τῆς δι᾿ ἡμᾶς κηδεμονίας καὶ τῆς ἡμῶν σωτηρίας.

46. Περὶ τοῦ τρόπου τῆς συλλήψεως τοῦ Θεοῦ Λόγου καὶ τῆς θείας αὐτοῦ σαρκώσεως.

47. Περὶ τῶν δύο φύσεων.

48. Περὶ τοῦ τρόπου τῆς ἀντιδόσεως.

49. Περὶ ἀριθμοῦ τῶν φύσεων.

50. Ὅτι πᾶσα ἡ θεία φύσις ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἡνώθη πάσῃ τῇ ἀνθρωπίνῃ φύσει καὶ οὐ μέρος μέρει.

51. Περὶ τῆς μιᾶς τοῦ Θεοῦ Λόγου συνθέτου ὑποστάσεως.

52. Πρὸς τοὺς λέγοντας· ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται αἱ τοῦ Κυρίου φύσεις ἢ ὑπὸ τὸ διωρισμένον.

53. Πρὸς τό, εἰ οὐκ ἔστι φύσις ἀνυπόστατος, ἀπάντησις.

54. Περὶ τοῦ τρισαγίου.

55. Περὶ τῆς ἐν εἴδει καὶ ἐν ἀτόμῳ θεωρουμένης φύσεως καὶ διαφορᾶς, ἑνώσεως καὶ σαρκώσεως, καὶ πῶς ἐκληπτέον «τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην».

56. Ὅτι Θεοτόκος ἡ ἁγία παρθένος.

57. Περὶ τῶν ἰδιωμάτων τῶν δύο φύσεων.

58. Περὶ θελημάτων καὶ αὐτεξουσίων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

59. Περὶ ἐνεργειῶν τῶν ἐν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ.

60. Πρὸς τοὺς λέγοντας· εἰ δύο φύσεων καὶ ἐνεργειῶν ὁ ἄνθρωπος, ἀνάγκη ἐπὶ Χριστοῦ τρεῖς φύσεις καὶ τοσαύτας λέγειν τὰς ἐνεργείας.

61. Περί τοῦ τεθεῶσθαι τήν φύσιν τῆς τοῦ Κυρίου σαρκός καί τό θέλημα.

62. Ἔτι περὶ θελημάτων καὶ αὐτεξουσίων νοῶν τε καὶ γνώσεων καὶ σοφιῶν.

63. Περὶ τῆς θεανδρικῆς ἐνεργείας.

64. Περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν.

65. Περὶ ἀγνοίας καὶ δουλείας.

66. Περὶ προκοπῆς.

67. Περὶ δειλίας.

68. Περὶ τῆς τοῦ Κυρίου προσευχῆς.

69. Περὶ οἰκειώσεως.

70. Περὶ τοῦ πάθους τοῦ σώματος τοῦ Κυρίου καὶ τῆς ἀπαθείας τῆς αὐτοῦ θεότητος.

71. Περὶ τοῦ ἀχώριστον διαμεῖναι τὴν τοῦ Λόγου θεότητα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ ἐν τῷ θανάτῳ τοῦ Κυρίου καὶ μίαν διαμεῖναι ὑπόστασιν.

72. Περὶ φθορᾶς καὶ διαφθορᾶς.

73. Περὶ τῆς ἐν τῷ ᾅδῃ καθόδου.

74. Περὶ τῶν μετὰ τὴν ἀνάστασιν.

75. Περὶ τῆς ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδρας.

76. Πρὸς τοὺς λέγοντας· Εἰ δύο φύσεις ὁ Χριστός, ἢ καὶ τῇ κτίσει λατρεύετε φύσιν κτιστὴν προσκυνοῦντες, ἢ μίαν φύσιν προσκυνητὴν λέγετε καὶ μίαν ἀπροσκύνητον.

77. Διὰ τί ὁ Υἱὸς τοῦ Θεοῦ ἐνηνθρώπησε καὶ οὐχ ὁ Πατὴρ οὐδὲ τὸ Πνεῦμα καὶ τί ἐνανθρωπήσας κατώρθωσεν.

78. Πρὸς τοὺς ἐρωτῶντας, εἰ ἡ ὑπόστασις τοῦ Χριστοῦ κτιστή ἐστιν ἢ ἄκτιστος.

79. Περὶ τοῦ πότε ἐκλήθη Χριστός.

80. Πρὸς τοὺς ἐρωτῶντας, εἰ δύο φύσεις ἐγέννησεν ἡ Ἁγία Θεοτόκος, καί εἰ δύο φύσεις ἐπὶ σταυροῦ ἐκρέμαντο.

81. Πῶς πρωτότοκος λέγεται ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ.

82. Περὶ πίστεως καὶ βαπτίσματος.

83. Περὶ πίστεως.

84. Περὶ σταυροῦ, ἐν ᾧ ἔτι καὶ περὶ πίστεως.

85. Περὶ τοῦ προσκυνεῖν κατὰ ἀνατολάς.

86. Περὶ τῶν ἁγίων καὶ ἀχράντων τοῦ Κυρίου μυστηρίων.

87. Περὶ τῆς γενεαλογίας τοῦ Κυρίου καὶ περὶ τῆς ἁγίας Θεοτόκου.

88. Περὶ τῶν ἁγίων καὶ τῆς τῶν λειψάνων αὐτῶν τιμῆς.

89. Περὶ εἰκόνων.

90. Περὶ γραφῆς.

91. Περὶ τῶν ἐπὶ Χριστοῦ λεγομένων.

92. Ὅτι οὐκ ἔστι τῶν κακῶν αἴτιος ὁ θεός.

93. Ὅτι οὐ δύο ἀρχαί.

94. Τίνος ἕνεκεν προγινώσκων ὁ Θεὸς τοὺς ἁμαρτάνειν καὶ μὴ μετανοεῖν μέλλοντας ἔκτισεν.

95. Περὶ νόμου Θεοῦ καὶ νόμου ἁμαρτίας.

96. Κατὰ Ἰουδαίων περὶ τοῦ Σαββάτου.

97. Περὶ παρθενίας.

98. Περὶ τῆς περιτομῆς.

99. Περὶ τοῦ ἀντιχρίστου.

100. Περὶ ἀναστάσεως.

 


 

Εκτύπωση Σελίδας Μείωση Γραμματοσειράς Αύξηση Γραμματοσειράς
Ἐπιστροφή στήν ἀρχή τῆς σελίδας